Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.210 | Dem. 21.214 (English) | >>Dem. 21.217 |
21.212ἀλλʼ εἴπερ εἰσὶ φίλοι καὶ δεινὸν εἰ μὴ πλουτήσει Μειδίας ἡγοῦνται , εἰσὶ μὲν εἰς τὰ μάλιστʼ αὐτοὶ πλούσιοι , καὶ καλῶς ποιοῦσι , χρήματα δʼ αὐτῷ παρʼ ἑαυτῶν δόντων , ἵνʼ ὑμεῖς μὲν ἐφʼ οἷς εἰσήλθετʼ ὀμωμοκότες δικαίως ψηφίσησθε , οὗτοι δὲ παρʼ αὑτῶν τὰς χάριτας , μὴ μετὰ τῆς ὑμετέρας αἰσχύνης , ποιῶνται . εἰ δʼ οὗτοι χρήματʼ ἔχοντες μὴ πρόοιντʼ ἄν , πῶς ὑμῖν καλὸν τὸν ὅρκον προέσθαι ;
πλούσιοι πολλοὶ συνεστηκότες , ὦ ἄνδρες Ἀθηναῖοι , τὸ δοκεῖν τινὲς εἶναι διʼ εὐπορίαν προσειληφότες , ὑμῶν παρίασι δεησόμενοι . τούτων μηδενί μʼ , ὦ ἄνδρες Ἀθηναῖοι , προῆσθε , ἀλλʼ ὥσπερ ἕκαστος τούτων ὑπὲρ τῶν ἰδίᾳ συμφερόντων καὶ ὑπὲρ τούτου σπουδάσεται , οὕτως ὑμεῖς ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῶν νόμων καὶ ἐμοῦ τοῦ ἐφʼ ὑμᾶς καταπεφευγότος σπουδάσατε , καὶ τηρήσατε τὴν γνώμην ταύτην ἐφʼ ἧς νῦν ἐστέ .
21.214καὶ γὰρ εἰ μέν , ὦ ἄνδρες Ἀθηναῖοι , τόθʼ ὅτʼ ἦν ἡ προβολή , τὰ πεπραγμένʼ ὁ δῆμος ἀκούσας ἀπεχειροτόνησε Μειδίου , οὐκ ἂν ὁμοίως ἦν δεινόν · καὶ γὰρ μὴ γεγενῆσθαι , καὶ μὴ περὶ τὴν ἑορτὴν ἀδικήματα ταῦτʼ εἶναι , καὶ πόλλʼ ἂν εἶχέ τις αὑτὸν παραμυθήσασθαι .
21.215νῦν δὲ τοῦτο καὶ πάντων ἄν μοι δεινότατον συμβαίη , εἰ παρʼ αὐτὰ τἀδικήμαθʼ οὕτως ὀργίλως καὶ πικρῶς καὶ χαλεπῶς ἅπαντες ἔχοντες ἐφαίνεσθε , ὥστε Νεοπτολέμου καὶ Μνησαρχίδου καὶ Φιλιππίδου καί τινος τῶν σφόδρα τούτων πλουσίων δεομένων καὶ ἐμοῦ καὶ ὑμῶν , ἐβοᾶτε μὴ ἀφεῖναι , καὶ προσελθόντος μοι Βλεπαίου τοῦ τραπεζίτου , τηλικοῦτʼ ἀνεκράγετε , ὡς , τοῦτʼ ἐκεῖνο , χρήματά μου ληψομένου ,
21.213
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.210 | Dem. 21.214 (English) | >>Dem. 21.217 |